Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς ⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἐδύνατο ⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, ⸂2οὔτε⸃ βλέπειν αὐτό. Καὶ ⸋ἐγὼ⸌ ἔκλαιον ⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι ⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ. Καὶ εἶδον ⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃ ⸂2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ ⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθεν, καὶ εἴληφεν ⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος ⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸆ προσευχαὶ τῶν ἁγίων. Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ ⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, ⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸂2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς. Καὶ εἶδον, καὶ ἤκουσα ⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν ⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· ⸂2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ λέγοντες φωνῇ μεγάλῃ, ⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν ⸂2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. Καὶ πᾶν κτίσμα ὃ ⸆ ⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ⸂2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, ⸂3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ ⸂4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ⸋Ἀμήν.⸌ Καὶ ⸂τὰ τέσσαρα ζῷα ⸂2λέγοντα⸃ ⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν. ⸆
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.