Καὶ εἶδον ⸆ ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ⸋ἡ⸌ ἶρις ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ,⸃ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· καὶ ⸂ἔχων⸃ ἐν τῇ χειρὶ αὐτοῦ ⸂2βιβλίον⸃ ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ⸂3ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,⸃ καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ⸆ ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, ⸆2 Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ ⸂μὴ αὐτὰ γράψῃς.⸃ Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ ⸋τὴν δεξιὰν⸌ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ⸆ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος ⸉οὐκέτι ἔσται·⸊ ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, ⸋καὶ⸌ ⸂ἐτελέσθη⸃ τὸ μυστήριον τοῦ θεοῦ, ⸂2ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.⸃ Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸂λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα,⸃ Ὕπαγε, λάβε τὸ ⸂2βιβλιδάριον⸃ τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ ⸋τοῦ⸌ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ ⸂δοῦναί⸃ μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. Καὶ ἔλαβον τὸ ⸂βιβλίον⸃ ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. Καὶ ⸂λέγουσίν⸃ μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ⸋ἐπὶ⸌ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.