ΚΑΙ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ. καὶ ἦν ἐτῶν πεντηκονταοκτώ, ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε. καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ. μεγάλως δὲ ἐγήρασε· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ· τέκνον, λάβε τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι. ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς ὁ προφήτης περὶ Νινευῆ, ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἱεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου. καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ Θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καί οἰκοδομήσουσιν Ἱερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται. καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον. καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευῆ, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνᾶς. σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ. καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ᾿ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευῆ. τέκνον, ἰδὲ τί ἐποίησεν Ἀμὰν Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἐπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, Ἀμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο. καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ρύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ἡ ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ, καὶ ἔθαψαν αὐτὸν ἐνδόξως. καὶ ὅτε ἀπέθανεν Ἄννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ, ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ραγουὴλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησε τὴν οὐσίαν αὐτῶν καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἰκοσιεπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας. καὶ ἤκουσε πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευῆ, ἣν ᾐχμαλώτισε Ναβουχοδονόσορ καὶ Ἀσύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευῆ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.