ΚΑΙ Τωβὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο, εἶπε· μήποτε κατῃ£σχυνται; ἢ μήποτε ἀπέθανε Γαβαὴλ καὶ οὐδεὶς αὐτῷ δίδωσι τὸ ἀργύριον; καὶ ἐλυπεῖτο λίαν. εἶπε δὲ αὐτῷ ἡ γυνή· ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικε· καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν· οὐ μέλοι μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου; καὶ Τωβὶτ λέγει αὐτῇ· σίγα, μὴ λόγον ἔχει, ὑγιαίνει. καὶ εἶπεν αὐτῷ· σίγα, μὴ πλάνα με, ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ᾿ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω, οἵας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιε, τὰς δέ νύκτας οὐ διελίμπανε θρηνοῦσα Τωβίαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσε Ραγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ· εἶπε δὲ Τωβίας τῷ Ραγουήλ· ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με. εἶπε δὲ αὐτῷ ὁ πενθερός· μεῖνον παρ᾿ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. καὶ Τωβίας λέγει· ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου. ἀναστὰς δὲ Ραγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον, καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλε λέγων· εὐοδώσει ὑμᾶς, τέκνα, ὁ Θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν. καὶ εἶπε τῇ θυγατρὶ αὐτοῦ· τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν, καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπε πρὸς Τωβίαν· ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσαι σε ὁ Κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ Κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν. μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεόν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ραγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.