ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου. διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν. γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ. τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων. ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη· δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός. βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς. ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ. οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ὠφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς· αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, ἀνέμων σταθμὸν ὕδατος μέτρα· ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς· τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.