ΥΠΟΛΑΒΩΝ δὲ Ἰὼβ λέγει· ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. τί γάρ; μὴ τάξις ἐστὶ ρήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ; κἀγὼ καθ᾿ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ᾿ ἐναλοῦμαι ὑμῖν ρήμασι, κινήσω δὲ καθ᾿ ὑμῶν κεφαλήν· εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα, καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ᾿ ἐμοὶ ἔπεσεν. ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾿ ἐμοί· παρέδωκε γάρ με ὁ Κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν. ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. σάκκον ἔρραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. γῆ, μὴ ἐπικαλύψῃ ἐφ᾿ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.