ΔΙΑ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σὺ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται. καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου. οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς. ὤμοσε Κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ· εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ ᾧ ἐμόχθησας· ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.
ΗΣΑΙΑΣ 62
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.