ΕΠΕΣΕ Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι καὶ πεινῶντι, ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ἀκούετέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρους· ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι. οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ, στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὡς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώση αὐτόν. μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. καὶ εἶπα· πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω· καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ᾿ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.
ΗΣΑΙΑΣ 46
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.