ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. υἱοὶ Ἀσάφ, Σακχοὺρ Ἰωσὴφ καὶ Ναθανίας καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως. τῷ Ἰδιθοὺν υἱοὶ Ἰδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ Ἰσέας καὶ Σεμεΐ καὶ Ἀσαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ. τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ Ὀζιὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἀνὰν καὶ Ἑλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ Ἰεσβασακὰ καὶ Μαλλιθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ· πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσάφ, καὶ Ἰδιθοὺν καὶ Αἰμάν. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων. καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ τέταρτος Ἰεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἑνδέκατος Ἀσριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἑπτακαιδέκατος Ἰεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ὀκτωκαιδέκατος Ἀνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ εἰκοστὸς Ἑλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ εἰκοστὸς πρῶτος Ὠθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.