ΚΑΙ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀνὰν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ Ἀνὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾿ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν Ἀμμὼν πρὸς Ἀνὰν τοῦ παρακαλέσαι αὐτόν. καὶ εἶπον ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀνάν· μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε; καὶ ἔλαβεν Ἀνὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς. καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε. καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν Ἀνὰν καὶ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς. καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ Ἀμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι. καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν. καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾿ ἑαυτοὺς ἐν τῷ πεδίῳ. καὶ εἶδεν Ἰωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ἰσραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου· καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών. καὶ εἶπεν· ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ Ἀμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε· ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει. καὶ παρετάξατο Ἰωὰβ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾿ αὐτῶν. καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ἀβεσσὰ καὶ ἀπὸ προσώπου Ἰωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν Ἰωὰβ εἰς Ἱερουσαλήμ. καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ἰσραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν. καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ καὶ διέβη τὸν Ἰορδάνην καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ παρετάξατο ἐπ᾿ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν, καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε. καὶ εἶδον παῖδες Ἀδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ἰσραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Ἀμμὼν ἔτι.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.