ΣΟΦΑΙ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί. καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει. οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται. ἔστιν ὁδός, ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου. ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταῖα δὲ χαρὰ εἰς πένθος ἔρχεται. τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ. ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. πραυ±θυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται σοφίᾳ, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.