Ω πόλις αἱμάτων, ὅλη ψευδής, ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα. φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ρομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. πόρνη καλὴ καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς. ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου. καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα, καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ· δειλαία Νινευή· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ; ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Ἀμμὼν ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς. καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ᾿ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὐπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος. ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου. ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον· ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ρομφαία, καταφάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη. ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμεικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος. οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διαπαντός;
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.