ΜΝΗΣΘΗΤΙ, Κύριε, ὅ,τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν. ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. Αἴγυπτος ἔδωκε χεῖρα, Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν. οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. ἐν ταῖας ψυχαῖς ἡμῶν, εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ρομφαίας τῆς ἐρήμου. τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν Ἰούδα. ἄρχοντες ἐν χερσὶν αὐτῶν, ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν. κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν, ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν. ἐπ' ὄρος Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; ἐπίστρεψον ἡμᾶς, Κύριε, πρός σε, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ' ἡμᾶς ἕως σφόδρα.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.