ΚΑΙ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσε πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν, καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου Θεοῦ αὐτῶν ἐταράχθησαν. ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν. καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνὰ καὶ Βαιθωρὼν καὶ Βελμαὶν καὶ Ἱεριχὼ καὶ εἰς Χωβὰ καὶ Αἰσωρὰ καὶ τὸν αὐλῶνα Σαλὴμ καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα. καὶ ἔγραψεν Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐκείναις ἐν Ἱερουσαλήμ, τοῖς κατοικοῦσι Βαιτυλούα καὶ Βαιτομεσθαίμ, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλὼν κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαΐμ, λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι᾿ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης ἐπ᾿ ἄνδρας τοὺς πάντας δύο. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραήλ, οἳ ἐκάθηντο ἐν Ἱερουσαλήμ. καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν Θεὸν ἐν ἐκτενίᾳ μεγάλῃ καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενίᾳ μεγάλῃ. αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος ἢ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν. καὶ πᾶς ἀνὴρ Ἰσραὴλ καὶ γυνὴ καὶ τὰ παιδία καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου· καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν Θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσι. καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδε τὴν θλῖψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου παντοκράτορος. καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ, καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν. καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πάντα οἶκον Ἰσραήλ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.