ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἱεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἱεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά, καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Ἀχαταρωθὶ καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν. καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσὴφ Ἐφραὶμ καὶ Μανασσῆ· καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς Ἰανωκὰ καὶ εἰς Μαχώ, καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἱεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην. καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν. καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.