ΑΚΟΥΣΑΤΕ ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν· ἐγὼ ἔγνων τὸν Ἐφραίμ, καὶ Ἰσραὴλ οὐκ ἀπέστη ἀπ᾿ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν Ἐφραίμ, ἐμιάνθη Ἰσραήλ. οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστι, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν. καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ἰσραὴλ καὶ Ἐφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ἰούδας μετ᾿ αὐτῶν. μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπ᾿ αὐτῶν, ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν. Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὦν· ἐξέστη Βενιαμίν, Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά. ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων. καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα. καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι· καὶ ζητήσουσι τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες·
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.