ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου· καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ. ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη· καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς. διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν. τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.