Ο δὲ Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλε τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. εἶπε δὲ ὁ βασιλεύς· τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· οὐκ ἐποίησας αὐτῷ οὐδέν. ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ. εἶπε δὲ ὁ βασιλεύς· τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ. καὶ εἶπεν ὁ βασιλεύς· καλέσατε αὐτόν. εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμάν· τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ Ἀμάν· τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; εἶπε δὲ πρὸς τὸν βασιλέα· ἄνθρωπον, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς δοξάζει. εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμάν· καλῶς ἐλάλησας. οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος, ὧν ἐλάλησας. ἔλαβε δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσε λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι. ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. Ἀμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή· εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετ᾿ αὐτοῦ. ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Ἀμὰν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν Ἐσθήρ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.