ΚΑΙ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ. καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ. καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως· ὅτι τάδε λέγει Κύριος· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη Ἠλιοὺ καὶ εἶπε πρὸς αὐτούς. καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐπεστρέψατε; καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς· δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν· τάδε λέγει Κύριος· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐλάλησε πρὸς αὐτοὺς λέγων· τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν· Ἠλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι. καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν, καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. καὶ ἀπεκρίθη Ἠλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον· καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεύς· ταχέως κατάβηθι. καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου· ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου. καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοὺ καὶ εἶπε· κατάβηθι μετ᾿ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα. καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν Ἠλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἀπέθανε κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν Ἠλιού. καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζίου, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 18·1 Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα. 18·2 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ. 18·3 καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν. 18·4 καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.