ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ Ἰσραήλ. καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. Ἀζαρίας υἱὸς Σαδὼκ καὶ Ἐλιαρὲφ καὶ Ἀχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλὶδ ἀναμιμνήσκων καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς καὶ Ὀρνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως καὶ Ἀχιὴλ ἦν οἰκονόμος καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ Ἀδωνιρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων. καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει Ἐφραίμ, εἷς· υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς· υἱὸς Ἐσδὶ ἐν Ἀραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ Ὀφέρ· Χαναδὰβ καὶ Ἀναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· Βαανὰ υἱὸς Ἀχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς· υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα Ἐρεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· Ἀχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς· Ἀχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς· Βαανᾶ υἱὸς Χουσὶ ἐν Ἀσὴρ καὶ ἐν Βααλώθ, εἷς· Σαμαὰ υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμίν· Γαβὲρ υἱὸς Ἀδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ Ἐσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ Ἰούδα· Ἰωσαφὰτ υἱὸς Φουασοὺδ ἐν Ἰσσάχαρ. Καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.