ΤΟΤΕ Σισίννης ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις. καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν. καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέων Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ· καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους, χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα πρὸς ἀριθμόν, ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα. καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος. καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνός· ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν. καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς. καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον. καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου, ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ᾿ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ Ἰσραήλ.
FIND YOUR PASSAGE
Search the Scriptures

A LIBRARY TO EXPLORE
A moment.
A passage.
A new perspective.
Read the Bible, discover the Apocrypha, and explore early Christian writings.
About this collection
This library includes complete Bibles, portions, historical variants, Apocrypha, and separately labeled early writings. Different traditions recognize different canons. Manuscript gaps and editorial reconstructions retain their source labels.
Source records assess public-domain status in the United States. Rights can differ by territory, including King James Version conditions in the United Kingdom. Read the source and rights record for each edition.
YOUR READING LIFE
Saved passages
Saved on this browser. Export a copy to keep your notes when changing devices or clearing browser data.
MAKE ROOM TO READ
Your reading space
Appearance
Reading
Listen
Offline reading
Keep an edition on this device for reading and searching while disconnected. Installed voices can read it aloud. Browser background playback varies by device.
Your privacy
Reading preferences, progress, bookmarks, highlights and notes stay in this browser using functional storage. Online reading and search send the requested edition, passage or query to the server. Prepared narration requests identify the edition, book and chapter. Ordinary hosting access and security logs can include IP addresses, requested URLs, times and basic client information. The website is free, account-free and analytics-free.